Job Chapter 25
Reading tools
Contents
Search
Display
Soundscape
Focus mode
Listen
Offline
Save
Collection
Septuagint: Job Chapter 25
1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 τί γὰρ προοίμιον ἢ φόβος παρ᾽ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ
4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ
6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ
Ask PRATIBHA about this text
Answers quote this scripture directly and show their sources.
Reflect on this passage
Only you can see these notes. They stay on this device.